Ancient Greek
Book 4, Chapter 30
Zosimus, Historia Nova 4.30.4
Not analysed yet
ἐπεὶ δὲ συνέδραμον εἰς τὴν Φιλαδέλφειαν, ἣ μία τῆς Λυδίας ἐστίν, οἱ μὲν Αἰγύπτιοι πολλῷ τῶν βαρβάρων ὄντες ἐλάττους εἴχοντο τῆς στρατιωτικῆς εὐταξίας, οἱ δὲ βάρβαροι πλήθει τούτους ὑπεραίροντες ἔχειν τι πλέον ἠξίουν. καὶ ἐπειδὴ τῶν ἐπ’ ἀγορᾶς τις ὧν ἀπέδοτο δοθῆναι τιμὴν ᾔτησεν, ὁ δὲ βάρβαρος τὸ ξίφος ἐπήγαγεν, εἶτα ἀναβοήσαντος ἐπλήττετο καὶ ἄλλος βοηθῆσαι βουλόμενος, ἐλεήσαντες οἱ Αἰγύπτιοι τὸ γινόμενον ἐπιεικῶς τοῖς βαρβάροις ἀπέχεσθαι παρῄνουν τῶν τοιούτων ἀτοπημάτων: μὴ γὰρ εἶναι τοῦτο ἔργον ἀνθρώπων κατὰ Ῥωμαίων νόμους ζῆν ἐθελόντων.