Ancient Greek
Book 4, Chapter 30
Zosimus, Historia Nova 4.30.5
Not analysed yet
οἳ δὲ κατ̓ ἐκείνων ἐχρῶντο τοῖς ξίφεσιν, ἕως ἐνδόντες οἱ Αἰγύπτιοι τῷ θυμῷ συνέπεσόν τε αὐτοῖς καὶ πλείους ἢ διακοσίους ἀνεῖλον, τοὺς μὲν πλήξαντες, τοὺς δὲ εἰς τοὺς ὑπονόμους φυγεῖν ἀναγκάσαντες κἀκεῖσε τὸν βίον ἀπολιπεῖν. ἐν μὲν οὖν τῇ Φιλαδελφείᾳ ταῦτα πράξαντες ἐπὶ τοῖς βαρβάροις Αἰγύπτιοι, καὶ πείσαντες σωφρονεῖν ὡς τῶν ἀντιστησομένων αὐτοῖς οὐκ ἐπιλειψόντων, αὐτοὶ μὲν εἴχοντο τῆς ἐπὶ τὸ πρόσω πορείας, οἱ δὲ βάρβαροι ἐπὶ τὴν Αἴγυπτον, οὗ τεταγμένον ἦν αὐτοῖς, προῄεσαν. ἡγεῖτο δ̓ αὐτῶν Ὁρμίσδης ὁ Πέρσης: ἦν δὲ Ὁρμίσδου παῖς τοῦ κοινωνήσαντος εἰς τὸν κατὰ Περσῶν πόλεμον Ἰουλιανῷ τῷ αὐτοκράτορι.