Ancient Greek
Book 4, Chapter 38
Zosimus, Historia Nova 4.38.1
Not analysed yet
Τὰ μὲν οὖν ἐξ ἐκείνου μέχρι τοῦδε τῇ Ῥωμαίων ἐπικρατείᾳ συμβάντα δείξει τῶν πραγμάτων ἡ κατὰ μέρος ἀφήγησις. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἔθνος τι Σκυθικὸν ὑπὲρ τὸν Ἴστρον ἐφάνη πᾶσιν ἄγνωστον τοῖς ἐκεῖσε νομάσιν: ἐκάλουν δὲ Γροθίγγους αὐτοὺς οἱ ταύτῃ βάρβαροι. πλῆθος τοίνυν ὄντες καὶ ὡπλισμένοι κατὰ τὸ δέον, καὶ προσέτι γε ῥώμῃ διαφέροντες, ῥᾷστα διαδραμόντες τοὺς ἐν μέσῳ βαρβάρους παῤ αὐτὴν ἐληλύθασι τοῦ Ἴστρου τὴν ὄχθην, καὶ τὴν διάβασιν αὑτοῖς ᾔτουν ἐπιτραπῆναι τοῦ ποταμοῦ.