Ancient Greek
4.38.2 to 4.38.3
Zosimus, Historia Nova 4.38.2-3
Not analysed yet
Πρόμωτος δὲ τὴν τῶν ἐκεῖσε στρατοπέδων ἐπιτετραμμένος ἀρχήν, συμπαρατείνας ἐπὶ μήκιστον τῇ ᾐόνι τοῦ ποταμοῦ τὰ στρατόπεδα τὴν πάροδον τοῖς βαρβάροις ἀπέκλειε. ταῦτα δὲ πράττων καὶ ἐφ̓ ἑτέραν ὁδὸν ἦλθε τοιάνδε. συγκαλέσας τῶν αἰσθανομένων τῆς ἐκείνων διαλέκτου τινάς, οἷς μάλιστα ἐγνώκει τὰ τοιαῦτα θαρρεῖν, ἐπὶ προδοσίᾳ καθεῖναι λόγους τοῖς βαρβάροις τούτοις ἀφίησιν. οἳ δὲ ὑπὲρ τοῦ δοθῆναι τὸν Ῥωμαίων στρατηγὸν μετὰ τοῦ στρατεύματος ἁδρὸν ἀπῄτουν μισθόν. τῶν δὲ βαρβάρων πρὸς τὸ τοῦ μισθοῦ πλῆθος ἀρκεῖν οὐ φησάντων, πίστιν τοῖς οἰκείοις λόγοις ἐμποιοῦντες οἱ ἐσταλμένοι παρὰ τοῦ στρατηγοῦ τοῖς ἐξ ἀρχῆς προταθεῖσιν ἐπέμενον, σμικρῦναι κατά τι τὸ κέρδος οὐκ ἀνεχόμενοι.