Ancient Greek
Book 4, Chapter 38
Zosimus, Historia Nova 4.38.4
Not analysed yet
συνδραμόντων δὲ εἴς τι ποσὸν ἀμφοτέρων, ἐγίνοντο μὲν ἐν παραβύστῳ περὶ προδοσίας συνθῆκαι, καὶ συνεδόκει μέρος μέν τι τοῦ μισθοῦ παραχρῆμα κομίσασθαι τοὺς προδότας, τὸ δὲ λειπόμενον τῷ καιρῷ φυλάξαι τῆς νίκης. ἐπεὶ δὲ καὶ ὅπως ἀρθῆναι τὰ σημεῖα ἔδει καὶ τὸν καιρὸν ἔταξαν καθ̓ ὃν ἐχρῆν τὰς προδοσίας εἰς ἔργον ἐλθεῖν, ἀπαγγέλλουσι τῷ στρατηγῷ τὸ συγκείμενον, καὶ ὡς νυκτὸς ἐπιγενομένης οἱ βάρβαροι μέλλοιεν ἔργου τε ἅπτεσθαι καὶ τὴν διάβασιν κατὰ τοῦ Ῥωμαϊκοῦ ποιεῖσθαι στρατεύματος.