Ancient Greek
Book 4, Chapter 39
Zosimus, Historia Nova 4.39.3
Not analysed yet
τὰ δὲ τοὺς ταῖς ναυσὶ περιπλέοντας διαφυγόντα μονόξυλα, καὶ τοῖς εἰς μῆκος συγκειμένοις πλοίοις περιπεσόντα, παντὶ τῷ προσπεσόντι βαλλόμενα σὺν αὐτοῖς ἀπώλετο τοῖς ἀνδράσιν, οὐδενὸς ὑπερβῆναι τὸ τῶν Ῥωμαϊκῶν πλοίων διάφραγμα δυνηθέντος. φόνου δὲ πολλοῦ γενομένου καὶ οἷος οὔπω πρότερον ἐν ναυμαχίᾳ συνέβη, σωμάτων μὲν ὁ ποταμὸς ἐπληροῦτο καὶ ὅπλων ὅσα φύσιν εἶχεν ὑπὲρ τοῦ ὕδατος αἰωρεῖσθαι, εἰ δέ πού τινες οἷοί τε γεγόνασι διαβῆναι νηχόμενοι, τοῖς περὶ τὴν ᾐόνα τοῦ ποταμοῦ πεζοῖς ἐμπεσόντες ἀπώλοντο.