Ancient Greek
Book 4, Chapter 39
Zosimus, Historia Nova 4.39.4
Not analysed yet
τοῦ δὲ ἀκμάζοντος παντὸς ἐν τοῖς βαρβάροις διαφθαρέντος, ἐπὶ τὴν λείαν ἐχώρουν οἱ στρατιῶται, παιδάρια μὲν ἀπάγοντες καὶ γύναια, καὶ τῆς ἀποσκευῆς γενόμενοι κύριοι. τότε δὴ καὶ ὁ στρατηγὸς Πρόμωτος οὐ πόρρω που τὸν βασιλέα Θεοδόσιον ὄντα μετακαλέσας ἐποιεῖτο μάρτυρα τοῦ κατορθώματος.