Ancient Greek
4.5.3 to 4.5.5
Zosimus, Historia Nova 4.5.3-5
Not analysed yet
καταλύσας δὲ πρός τινα τῶν ἐκ προλαβούσης συνηθείας ὄντων αὐτῷ γνωρίμων, κατασκεψάμενός τε ὅπως ἔχει τὰ τῆς πόλεως μετὰ τὴν τοῦ βασιλέως ἀποδημίαν, ἐπιθέσθαι τυραννίδι διενοεῖτο, ταύτην ἀρχὴν ποιησάμενος τῆς ἐπιθέσεως. ἦν τις εὐνοῦχος Εὐγένιος ὄνομα, τῆς βασιλικῆς ἄρτι ἐκβεβλημένος αὐλῆς, ὑγιῶς δὲ πρὸς τοὺς κρατοῦντας οὐκ ἔχων. τοῦτον οἰκειωσάμενος ὁ Προκόπιος, ἐπειδὴ καὶ κύριον εὗρεν ὄντα πλούτου παμπόλλου, φράζει τέως τίς εἴη καὶ κατὰ τίνα ἥκοι χρείαν καὶ ὅπως δέοι τοῖς πράγμασιν ἐπιθέσθαι. τοῦ δὲ κοινωνεῖν ἅπασι τοῖς ἐγχειρουμένοις ὁμολογήσαντος, καὶ ἔνθα ἂν δεήσειε χρήματα χορηγεῖν, προοίμιον ἐποιήσαντο τῆς πράξεως τὸ διαφθεῖραι χρήμασι τὴν ἐν τῇ πόλει καθεσταμένην φρουράν, ἣν τάγματα στρατιωτῶν δύο ἐπλήρου. δούλους δὲ πρὸς τούτοις ὁπλίσαντες, καὶ σὺν οὐ πολλῷ πόνῳ πλῆθος οὐκ ὀλίγον συναγαγόντες οἷα πολλῶν ἐν τούτοις ἑαυτοὺς ἑκόντας ἐπιδιδόντων, νυκτὸς ἀωρὶ τὸ πλῆθος ἐπαφέντες τῇ πόλει συνετάραξαν ἅπαντας: καὶ οϊκοθεν ἕκαστοι προϊόντες ἐθεῶντο Προκόπιον ὥσπερ ἀπὸ σκηνῆς βασιλέα σχεδιασθέντα.