Ancient Greek
4.6.1 to 4.6.2
Zosimus, Historia Nova 4.6.1-2
Not analysed yet
θορύβου δὲ μεγίστου τὴν πόλιν ἅπασαν ἔχοντος, οὐδενός τε ὄντος ἐν ἑαυτῷ τῶν φρονεῖν τὰ δέοντα δυναμένων διὰ τὸ τῆς ἐγχειρήσεως ἀπροσδόκητον, ἔτι τοὺς πολλοὺς ὁ Προκόπιος λανθάνειν ἐδόκει, βεβαιώσειν ἑαυτῷ τὸ κράτος, εἰ λάθοι τέως, οἰόμενος. καὶ συλλαβὼν Καισάριον, ὃν ἔτυχον οἱ βασιλεῖς πόλεως ὕπαρχον καταστήσαντες, ἔτι δὲ καὶ Νευρίδιον, ᾧ τῆς αὐλῆς μετὰ Σαλούστιον παρέδωκαν τὴν ἀρχήν, γράφειν τὰ αὐτῷ δοκοῦντα τοῖς ὑπηκόοις ἠνάγκαζεν. ἐφύλαττε δὲ ἰδίᾳ ἕκαστον, τὸ μὴ κοινωνῆσαι σκέμματος αὐτοῖς ἀποκλείων.