Ancient Greek
Book 4, Chapter 57
Zosimus, Historia Nova 4.57.4
Not analysed yet
ταύτην μὲν οὖν κατὰ τὸν Ὁμηρικὸν νόμον ὁ βασιλεὺς ἐπ’ ἤματι δακρύσας ἀπεχώρει σὺν τῷ στρατῷ τὰ κατὰ τὸν πόλεμον διαθήσων, ἀπολιπὼν Ἀρκάδιον τὸν υἱόν, ἤδη πρὸ τούτου βασιλέα καθεσταμένον. ἐπεὶ δὲ νέος ἦν ἔτι, τὸ λεῖπον εἰς φρόνησιν αὐτῷ διὰ τὴν νεότητα θεραπεύων ἀπέλιπεν αὐτόθι Ῥουφῖνον, ἅμα τε τῆς αὐλῆς ὕπαρχον ὄντα καὶ ἐς πᾶν ὁτιοῦν ἕτερον τῆς ἑαυτοῦ κυριεύοντα γνώμης, πράττοντά τε ὅσα βασιλεῖ δίδωσιν ἡ τῆς ὑπεροχῆς ἐξουσία.