Ancient Greek
4.58.1 to 4.58.2
Zosimus, Historia Nova 4.58.1-2
Not analysed yet
Ταῦτά τε διαθείς, καὶ τὸν νεώτερον τῶν παίδων Ὁνώριον ἅμα ἑαυτῷ συνεξαγαγών, τὰ ἐν μέσῳ πάντα διέδραμεν ἔθνη, καὶ τῆς διὰ τῶν Ἄλπεων παρόδου κρατήσας παρὰ πᾶσαν ἐλπίδα τοῖς πολεμίοις ἐπέστη. καὶ τὸν μὲν Εὐγένιον τῷ παραλόγῳ κατέπληξεν: οἰηθεὶς δὲ ἄμεινον εἶναι τὸ βάρβαρα τάγματα τοῖς ἐναντίοις καθεῖναι καὶ τούτοις πρότερον διακινδυνεύειν, Γαΐνην ἔταξε σὺν τοῖς ὑπ’ αὐτὸν ἔθνεσιν ἐπελθεῖν, ἑπομένων αὐτῷ καὶ τῶν ἄλλων ἡγεμόνων, ὅσοι τῶν βαρβαρικῶν ἔλαχον ἐξηγεῖσθαι ταγμάτων, ἱππέων τε ὁμοῦ καὶ ἱπποτοξοτῶν καὶ πεζῶν.