Ancient Greek
Book 5, Chapter 16
Zosimus, Historia Nova 5.16.3
Not analysed yet
ἐν τούτοις ἀπειλημμένοι τοῖς τόποις οἱ βάρβαροι καὶ τῷ πλήθει καὶ μεγέθει τῶν λίθων βαλλόμενοι κατὰ τὸ πολὺ διεφθείροντο μέρος: κατὰ στενοχωρουμένων γὰρ αὐτῶν οἱ λίθοι πίπτοντες οὐ διημάρτανον φόνου. πολλῆς τοίνυν ἐχούσης αὐτοὺς ἀπορίας, οἱ μὲν πλείους εἰς τὴν λίμνην ἑαυτοὺς μετὰ τῶν ἵππων ἀφῆκαν, καὶ τὸν ἀπὸ τῶν πέτρων φεύγοντες θάνατον ἐν τοῖς τέλμασι διεφθάρησαν, Τριβίγιλδος δὲ ἅμα τριακοσίοις ἀναβὰς ἐπὶ τὸν κοχλίαν ,καὶ χρήμασιν ὅτι πλείστοις τὸν Φλωρέντιον καὶ τοὺς σὺν αὐτῷ φύλακας ὑπελθών, ὠνεῖται τὴν πάροδον: καὶ τούτῳ τῷ τρόπῳ διαφυγὼν τοὺς λοιποὺς ἅπαντας περιεῖδεν ἄρδην ἀπολουμένους.