Ancient Greek
Book 5, Chapter 16
Zosimus, Historia Nova 5.16.4
Not analysed yet
Τοῦτον δὴ τὸν τρόπον οἰηθεὶς ὁ Τριβίγιλδος τὸν ἐπαχθέντα παρὰ Οὐαλεντίνου κίνδυνον αὐτῷ διαπεφευγέναι, τῶν πρότερον οὐκ ἐλάττοσι καθίστατο κινδύνοις περιπετής. ἅπαντες γὰρ ὡς εἰπεῖν οἱ τῶν πόλεων οἰκήτορες, τοῖς παρατυχοῦσιν ἐξοπλισάμενοι, συνέκλεισαν αὐτὸν ἅμα τοῖς συμφυγοῦσι τριακοσίοις ἐν μέσῳ τοῦ Μέλανος ποταμοῦ καὶ τοῦ Εὐρυμέδοντος, ὧν ὃ μὲν ἐπέκεινα διαβαίνει τῆς Σίδης, ὃ δὲ διαρρεῖ τῇ Ἀσπένδῳ.