Ancient Greek
Book 5, Chapter 18
Zosimus, Historia Nova 5.18.1
Not analysed yet
ταῦτα ὁ βασιλεὺς Ἀρκάδιος ἀκηκοὼς ἅμα τε εἰσκαλεῖ τὸν Εὐτρόπιον καὶ τῆς ἀξίας παραλύσας ἀφῆκεν. ὃ δὲ δρομαῖος ἐπὶ τὴν τῶν Χριστιανῶν ἐχώρησεν ἐκκλησίαν, ἔχουσαν ἐξ ἐκείνου τὸ ἄσυλον. ἐπεὶ δὲ πολὺς ἦν ὁ Γαΐνης οὐκ ἄλλως ἀνήσειν λέγων τὸν Τριβίγιλδον, εἰ μὴ Εὐτρόπιος ἐκποδὼν γένοιτο, καὶ παρὰ τὸν ἐπὶ τῷ ἀσύλῳ τῶν ἐκκλησιῶν τεθέντα νόμον ἐξαρπάσαντες αὐτὸν εἰς τὴν Κύπρον ἐκπέμπουσιν, ὑπὸ φυλακὴν ἀκριβῆ καταστήσαντες.