Ancient Greek
5.18.2 to 5.18.3
Zosimus, Historia Nova 5.18.2-3
Not analysed yet
ἐπικειμένου δὲ Γαΐνου καὶ πρὸς τὴν ἀναίρεσιν αὐτοῦ τὸν Ἀρκάδιον συνελαύνοντος, σοφιζόμενοι τὸν ὅρκον οἱ τὰ περὶ βασιλέα διατιθέντες ὃν ἔτυχεν Εὐτρόπιος εἰληφὼς ἡνίκα τῆς ἐκκλησίας ἐξείλκετο, μετάπεμπτον μὲν ἐκ τῆς Κύπρου ποιοῦνται, ὥσπερ δὲ ὀμωμοκότες ὄντι κατὰ τὴν Κωνσταντινούπολιν αὐτῷ θάνατον μὴ ἐπάγειν, εἰς Χαλκηδόνα πέμψαντες ἀποσφάττουσιν. Εὐτροπίῳ μὲν οὖν ἡ τύχη κατ̓ ἀμφότερα παραλόγως ἐχρήσατο, πρὸς ὕψος ἄρασα τοσοῦτον ἐς ὅσον οὐδὲ εἷς πώποτε τῶν εὐνούχων ἀνεβιβάσθη, θάνατόν τε ἐπαγαγοῦσα διὰ τὸ μῖσος ὃ πρὸς αὐτὸν οἱ τῇ πολιτείᾳ πολεμοῦντες ἔλεγον ἔχειν.