Ancient Greek
Book 5, Chapter 18
Zosimus, Historia Nova 5.18.4
Not analysed yet
Ὁ δὲ Γαΐνης ἤδη πᾶσιν ὢν πρόδηλος ὡς εἰς νεωτερισμὸν φέρεται, λανθάνειν ὅμως ἐνόμιζε: καὶ τῆς Τριβιγίλδου γνώμης κύριος ὢν οἷα καὶ δυνάμει προέχων καὶ ἀξιώσει, τὸ τούτου πρόσωπον ὑποδυόμενος σπονδὰς πρὸς τὸν βασιλέα ποιεῖται, καὶ ὅρκους ὑποσχὼν καὶ λαβὼν διὰ Φρυγίας ἀνέστρεψε καὶ Λυδίας. ἐφείπετο δὲ αὐτῷ καὶ ὁ Τριβίγιλδος, διὰ τῆς ἄνω Λυδίας ἄγων τοὺς ὑπ’ αὐτὸν τεταγμένους, ὥστε μηδὲ θεάσασθαι τὰς Σάρδεις, ἣ τῆς Λυδίας ἐστὶ μητρόπολις.