Ancient Greek
Book 5, Chapter 19
Zosimus, Historia Nova 5.19.4
Not analysed yet
Ἀλλὰ τῆς πόλεως τρόπῳ τοιῷδε τὸν κίνδυνον διαφυγούσης, βάρβαροι παρὰ τῶν ἔνδον ἀπειλημμένοι, πλέον ἢ ἑπτακισχίλιοι, τὴν τῶν Χριστιανῶν ἐκκλησίαν, ἣ πλησίον ἐστὶ τῶν βασιλείων, κατέλαβον, ταύτῃ τὸ ἄσυλον αὑτοῖς ἐπὶ τῇ σωτηρίᾳ περιποιοῦντες: οὓς ὁ βασιλεὺς κἀνταῦθα διαφθείρεσθαι παρεκελεύετο, μηδὲ ἀρκέσαι τὸν τόπον αὐτοῖς εἰς ἀποφυγὴν τῆς κατὰ τὴν ἀξίαν ὧν ἐτόλμησαν δίκης.