Ancient Greek
Book 5, Chapter 19
Zosimus, Historia Nova 5.19.5
Not analysed yet
καὶ ὁ μὲν βασιλεὺς ταῦτα ἐκέλευεν, ἐθάρρει δὲ οὐδὲ εἷς χεῖρας ἐπαγαγεῖν καὶ τῶν ἀσύλων αὐτοὺς ἐξελκύσαι δέει τοῦ τινὸς ἀντιστάσεως ὑπ’ αὐτῶν πειραθῆναι. ἐδόκει τοίνυν τὴν ὑπερκειμένην τῆς τραπέζης τοῦ λεγομένου θυσιαστηρίου στέγην γυμνωθεῖσαν ἐνδοῦναι τοῖς εἰς τοῦτο τεταγμένοις ξύλα πεπυρωμένα κατὰ τούτων ἀφιέναι καὶ τοῦτο συνεχέστερον ποιοῦσιν ἄρδην ἅπαντας καταφλέξαι. καὶ τοῦτο γενόμενον τοὺς μὲν βαρβάρους ἀνεῖλεν, ἔδοξε δὲ παρὰ τοῖς σφόδρα χριστιανίζουσι μέγα μύσος ἐν μέσῃ τετολμῆσθαι τῇ πόλει.