Ancient Greek
5.23.5 to 5.23.6
Zosimus, Historia Nova 5.23.5-6
Not analysed yet
οὗτοι δὲ τὰς ἐκκλησίας ἀπολαβόντες ἐκώλυον τὰ πλήθη ταῖς συνήθεσιν εὐχαῖς προσιέναι. πρὸς ὃ δυσχεραίνοντες δημοτικοί τε ὁμοῦ καὶ στρατιῶται τὴν τῶν μοναχῶν ᾔτουν ἀνακόψαι θρασύτητα. δοθέντος δὲ αὐτοῖς ἐπὶ τοῦτο συνθήματος ἐχώρουν ἀνέδην καὶ σὺν οὐδεμιᾷ κρίσει πάντας ἀπέσφαττον, ἕως τὴν μὲν ἐκκλησίαν ἐπλήρωσαν νεκρῶν, τοὺς δὲ ἀποδράντας διώξαντες κατεκέντησαν ἅπαντας ὅσοι φαιαῖς ἔτυχον ἐσθῆσιν ἠμφιεσμένοι: οἷς συναπολέσθαι συνέβη πολλοὺς ἢ διὰ πένθος ἢ διά τινα ἑτέραν περιπέτειαν ἐν ἱματίοις εὑρεθέντας τοιούτοις. Ἰωάννης δὲ αὖθις ἐπανελθὼν τῶν αὐτῶν ἐπειρᾶτο, τοὺς ὁμοίους ἀνακινῶν ἐν τῇ πόλει θορύβους.