Ancient Greek
5.24.1 to 5.24.2
Zosimus, Historia Nova 5.24.1-2
Not analysed yet
Τὸ δὲ τῶν συκοφαντῶν ὡς οὔπω πρότερον ἐπιπολάσαν καὶ τοὺς περὶ τὴν αὐλὴν εὐνούχους ἀεὶ περιέπον, εἴ πού τις τῶν πλουσίων ἀπέθανεν, ὡς οὐκ ὄντων παίδων ἢ συγγενῶν ἐμήνυον τὰς οὐσίας, καὶ τοῦ βασιλέως ἐφέρετο γράμματα τοῦδε τὴν οὐσίαν τῷδε παραδοθῆναι κελεύοντα, καὶ παρεδίδοντο τοῖς ᾐτηκόσιν οἱ κλῆροι παίδων ἑστώτων καὶ τοὺς πατέρας μετὰ οἰμωγῆς ἀνακαλουμένων. καὶ ἁπλῶς οὐδὲν ἦν ὃ μὴ θρήνων ἐπλήρου τὰς πόλεις, παντὶ τῶν οἰκητόρων ἄλογον ζημίαν ἐπάγον: τοῦ γὰρ βασιλεύοντος ἐσχάτως ἀνοηταίνοντος, ἡ τούτῳ συνοικοῦσα πέρα τῆς φύσεως αὐθἁ̣?ʼιζομένη, πανταχόθεν τε εὐνούχων ἀπληστίᾳ καὶ τῶν περὶ αὐτὴν γυναικῶν, αἳ μάλιστα ταύτης ἐκράτουν, ἐκδεδομένη, πᾶσιν ἀβίωτον καθίστη τὸν βίον, ὥστε θανάτου τοῖς μέτρια φρονοῦσιν οὐδὲν ἦν αἱρετώτερον.