Ancient Greek
5.29.6 to 5.29.8
Zosimus, Historia Nova 5.29.6-8
Not analysed yet
συνελθούσης δὲ τῆς γερουσίας εἰς τὰ βασίλεια καὶ βουλῆς περὶ τοῦ πολεμεῖν ἢ μὴ προτεθείσης, ἡ μὲν τῶν πλειόνων εἰς τὸ πολεμεῖν ἐφέρετο γνώμη, μόνος δὲ Στελίχων σὺν ὀλίγοις, ὅσοι φόβῳ συγκατετίθεντο, τὴν ἐναντίαν ἐχώρουν, εἰρήνην πρὸς Ἀλλάριχον ʽ??ʼοιεῖσθαι ψηφιζόμενοι. τῶν δὲ τὸν πόλεμον αἱρουμένων ἀπαιτούντων Στελίχωνα λέγειν ἀνθ̓ ὅτου μὴ πολεμεῖν μᾶλλον ἀλλ̓ εἰρήνην αἱρεῖται, καὶ ταύτην ἐπ’ αἰσχύνῃ τοῦ Ῥωμαίων ἀξιώματος ἀνέχεται χρημάτων ὠνήσασθαι, ʽδιὰ γὰρ τὸ τῷ βασιλεῖ συνοῖσον̓ ἔφη ʽτοσοῦτον ἐν ταῖς Ἠπείροις διέτριψε χρόνον,ʼ ὡς ἂν ἅμα οἷ τῷ τῆς ἑῴας βασιλεύοντι πολεμήσας Ἰλλυριοὺς ἐκείνης παρέληται τῆς ἀρχῆς καὶ τῇ Ὁνωρίου προσθείη. τοῦτο δ̓ ἂν εἰς ἔργον ἤδη προῆλθεν, εἰ μὴ τοῦ βασιλέως Ὁνωρίου φθάσαντα γράμματα τὴν ἐπὶ τὴν ἑῴαν ἔλασιν αὐτοῦ διεκώλυσεν, ἣν ἐκδεχόμενον Ἀλλάριχον αὐτόθι χρόνον δαπανῆσαι πολύν. καὶ ταῦτα λέγων ὁ Στελίχων ἅμα καὶ τὴν ἐπιστολὴν ἐδείκνυ, καὶ τὴν Σερήναν αἰτίαν ἔλεγεν εἶναι τὴν ἀμφοτέρων τῶν βασιλέων ὁμόνοιαν ἀδιάφθορον φυλάττεσθαι βουλομένην.