Ancient Greek
Book 5, Chapter 29
Zosimus, Historia Nova 5.29.9
Not analysed yet
πᾶσι τοίνυν δόξαντος δίκαια λέγειν Στελίχωνος, ἐδόκει τῇ γερουσίᾳ χρυσίου τετρακισχιλίας ὑπὲρ τῆς εἰρήνης Ἀλλαρίχῳ δίδοσθαι λίτρας, τῶν πλειόνων οὐ κατὰ προαίρεσιν ἀλλὰ τῷ Στελίχωνος φόβῳ τοῦτο ψηφισαμένων, ὥστε ἀμέλει Λαμπάδιος γένους καὶ ἀξιώματος εὖ ἔχων, τῇ πατρίῳ φωνῇ τοῦτο ὑποφθεγξάμενος ʽνον εστ ιστα παχ σεδ παξτιο σερϝιτυτισ̓ ,ὃ δηλοῖ δουλείαν μᾶλλον ἤπερ εἰρήνην εἶναι τὸ πραττόμενον, ἅμα τῷ διαλυθῆναι τὸν σύλλογον, δέει τοῦ μὴ παθεῖν τι διὰ τὴν παρρησίαν, εἴς τινα πλησιάζουσαν τῶν Χριστιανῶν ἀπέφυγεν ἐκκλησίαν.