Ancient Greek
5.30.1 to 5.30.2
Zosimus, Historia Nova 5.30.1-2
Not analysed yet
Ὁ μὲν οὖν Στελίχων τὴν πρὸς Ἀλλάριχον εἰρήνην τοιῷδε τρόπῳ καταπραξάμενος ἐπὶ τὴν ἔξοδον ὥρμητο, τοῖς αὐτῷ δόξασιν ἔργον ἐπιθήσων: ὁ δὲ βασιλεὺς ἐθέλειν ἔφασκεν ἐκ τῆς Ῥώμης εἰς τὴν Ῥάβενναν παραγενέσθαι θεάσασθαί τε τὸ στρατόπεδον καὶ φιλοφρονήσασθαι, πολεμίου μάλιστα τοιούτου τῆς Ἰταλίας ἐντὸς διαβάντος. ἔλεγε δὲ ταῦτα οὐκ οἴκοθεν κινούμενος, ἀλλὰ συμβουλῇ Σερήνας πειθόμενος: ἐβούλετο γὰρ αὐτὸν ἀσφαλεστέραν πόλιν οἰκεῖν, ἵνα εἰ τὴν εἰρήνην πατήσας Ἀλλάριχος ἐπέλθοι τῇ Ῥώμῃ, μὴ κυριεύσῃ καὶ τοῦ βασιλέως: ἦν γὰρ αὐτῇ σπουδὴ περισώζεσθαι τοῦτον, ὡς καὶ αὑτῆς τὴν ἀσφάλειαν διὰ τῆς ἐκείνου σωτηρίας ἐχούσῃ.