Ancient Greek
Book 5, Chapter 31
Zosimus, Historia Nova 5.31.5
Not analysed yet
προσεῖναι δὲ τούτοις, καίπερ οὖσιν ἱκανοῖς εἰς τὸ δεῖσθαι τῆς τοῦ βασιλέως παρουσίας τε καὶ προνοίας, καὶ τὴν Ἀλλαρίχου μετὰ τοσούτου στρατοπέδου βαρβάρων ἐπιδημίαν, ἀνθρώπου βαρβάρου καὶ ἀπίστου καὶ ἐπειδὰν εὕροι τὴν Ἰταλίαν βοηθείας ἔρημον ἐπελευσομένου. γνώμην δὲ ἀρίστην εἶναι καὶ τῇ πολιτείᾳ λυσιτελοῦσαν Ἀλλάριχον μὲν ἐπιστρατεῦσαι τῷ τυράννῳ, τῶν τε σὺν αὐτῷ βαρβάρων ἄγοντα μέρος καὶ τέλη Ῥωμαϊκὰ καὶ ἡγεμόνας, οἳ κοινωνήσουσιν αὐτῷ τοῦ πολέμου, τὴν ἑῴαν δὲ αὐτὸς καταλήψεσθαι βασιλέως κελεύοντος καὶ γράμματα περὶ τοῦ πρακτέου διδόντος.