Ancient Greek
Book 5, Chapter 31
Zosimus, Historia Nova 5.31.6
Not analysed yet
ἀλλ̓ ὁ βασιλεὺς μὲν ὀρθῶς ἅπαντα εἰρῆσθαι τῷ Στελίχωνι κρίνας, τά τε γράμματα δοὺς πρὸς τὸν τῆς ἑῴας βασιλέα καὶ πρὸς Ἀλλάριχον τῆς Βονωνίας ἐξήλαυνε: Στελίχων δὲ κατὰ χώραν ἔμενε τέως, οὔτε ἐπὶ τὴν ἑῴαν προϊὼν οὔτε ἕτερόν τι τῶν βεβουλευμένων ἄγων εἰς ἔργον, ἀλλ̓ οὔτε μέρος τῶν ἐν τῷ Τικήνῳ στρατιωτῶν εἰς τὴν Ῥάβενναν ἢ ἑτέρωθί που μετατιθείς, ὡς ἂν μὴ τῷ βασιλεῖ κατὰ πάροδον ὑπαντήσαντες εἴς τινα κατ̓ αὐτοῦ τὸν βασιλέα κινήσειαν πρᾶξιν.