Ancient Greek
5.32.2 to 5.32.3
Zosimus, Historia Nova 5.32.2-3
Not analysed yet
ἀλλὰ ταῦτα μὲν εὐρυχωρίας αὐτῷ οὔσης κατὰ τὴν ὁδὸν κατέχεε τοῦ βασιλέως: ἤδη δὲ αὐτοῦ ὄντος κατὰ τὸ Τίκηνον, τοὺς νοσοῦντας ἐπισκεπτόμενος τῶν στρατιωτῶν ὁ Ὀλύμπιος ʽἦν γὰρ αὐτῷ καὶ τοῦτο τῆς ἐπικεκαλυμμένης μετριότητος τὸ κεφάλαιον̓ τοιουτώδεις κἀκείνοις ἐνέσπειρεν ἐπῳδάς. τετάρτης δὲ μόνης ἡμέρας ἐξ οὗπερ ἐπεδήμησεν ὁ βασιλεὺς τῷ Τικήνῳ διελθούσης, μετακληθέντων εἰς τὰ βασίλεια τῶν στρατιωτῶν ἐφαίνετό τε αὐτοῖς ὁ βασιλεὺς καὶ εἰς τὸν κατὰ Κωνσταντίνου τοῦ τυράννου παρεθάρσυνε πόλεμον. περὶ δὲ Στελίχωνος οὐδενὸς κινηθέντος ἐφαίνετο νεύων τοῖς στρατιώταις Ὀλύμπιος καὶ ὥσπερ ἀναμιμνήσκων ὧν ἔτυχεν