Ancient Greek
Book 5, Chapter 32
Zosimus, Historia Nova 5.32.1
Not analysed yet
Ἀλλὰ Στελίχων μὲν οὐδὲν συνεπιστάμενος ἀπηχὲς ἢ κατὰ τοῦ βασιλέως ἢ κατὰ τῶν στρατιωτῶν βεβουλευμένον ἐν τούτοις ἦν: Ὀλύμπιος δέ τις, ὁρμώμενος μὲν ἐκ τοῦ Εὐξείνου πόντου, λαμπρᾶς δὲ στρατείας ἐν τοῖς βασιλείοις ἠξιωμένος, ἐν δὲ τῇ φαινομένῃ τῶν Χριστιανῶν εὐλαβείᾳ πολλὴν ἀποκρύπτων ἐν ἑαυτῷ πονηρίαν, ἐντυγχάνειν εἰωθὼς δἰ ἐπιεικείας προσποίησιν τῷ βασιλεῖ πολλὰ κατὰ τὸν ποιητὴν θυμοφθόρα τοῦ Στελίχωνος κατέχεε ῥήματα, καὶ ὡς διὰ τοῦτο τὴν ἐπὶ τὴν ἑῴαν ἀποδημίαν ἐπραγματεύσατο, ὡς ἂν ἐπιβουλεύσας ἀναίρεσιν Θεοδοσίῳ τῷ νέῳ Εὐχερίῳ τῷ παιδὶ παραδοίη.