Ancient Greek
Book 5, Chapter 33
Zosimus, Historia Nova 5.33.1
Not analysed yet
Ταῦτα προσαγγελθέντα Στελίχωνι κατὰ τὴν Βονωνίαν ὄντι, πόλιν οὖσαν, ὡς εἴρηται, τῆς Αἰμιλίας, οὐ μετρίως αὐτὸν ἐτάραξε. καλέσας τε ἅπαντας ὅσοι συνῆσαν αὐτῷ βαρβάρων συμμάχων ἡγούμενοι, βουλὴν περὶ τοῦ πρακτέου προυτίθει. καὶ κοινῇ πᾶσι καλῶς ἔχειν ἐδόκει τοῦ μὲν βασιλέως ἀναιρεθέντος ʽἔτι γὰρ τοῦτο ἀμφίβολον ἦν̓ πάντας ὁμοῦ τοὺς συμμαχοῦντας Ῥωμαίοις βαρβάρους κοινῇ τοῖς στρατιώταις ἐπιπεσεῖν καὶ τοὺς ἄλλους ἅπαντας διὰ τούτου καταστῆσαι σωφρονεστέρους, εἰ δὲ ὁ μὲν βασιλεὺς φανείη περισωθείς, ἀνῃρημένοι δὲ οἱ τὰς ἀρχὰς ἔχοντες, τηνικαῦτα τοὺς τῆς στάσεως αἰτίους ὑπαχθῆναι τῇ δίκῃ.