Ancient Greek
Book 5, Chapter 33
Zosimus, Historia Nova 5.33.2
Not analysed yet
τὰ μὲν οὖν Στελίχωνι καὶ τοῖς σὺν αὐτῷ βαρβάροις βεβουλευμένα τοιαῦτα ἦν: ἐπεὶ δὲ ἔγνωσαν ἀπηχὲς οὐδὲν εἰς τὴν βασιλείαν γενόμενον, οὐκέτι πρὸς τὸν κατὰ τοῦ στρατοπέδου σωφρονισμὸν ἐδόκει Στελίχωνι χωρεῖν ἀλλ̓ ἐπὶ τῆς Ῥαβέννης ἀναχωρεῖν: τό τε γὰρ τῶν στρατιωτῶν πλῆθος ἐλάμβανε κατὰ νοῦν, καὶ προσέτι γε τὴν τοῦ βασιλέως περὶ αὐτὸν γνώμην οὐχ ἑώρα βεβαίως ἑστῶσαν, καὶ ἐπὶ τούτοις ἐπαφεῖναι Ῥωμαϊκῷ στρατοπέδῳ βαρβάρους οὔτε ὅσιον οὔτε ἀσφαλὲς ᾤετο εἶναι.