Ancient Greek
Book 5, Chapter 36
Zosimus, Historia Nova 5.36.2
Not analysed yet
ἐπὶ τούτοις Ἀλλαρίχου τὴν εἰρήνην αἰτοῦντος, ὁ βασιλεὺς ἀπεσείετο τὰ αἰτούμενα. καίτοι γε δυοῖν ἐχρῆν θάτερον πράξαντα τὸ παρὸν εὖ διαθεῖναι: ἢ γὰρ ἀναβαλέσθαι τὸν πόλεμον ἔδει, σπονδὰς ποιησάμενον ἐπὶ μετρίοις τισὶ χρήμασιν, ἢ πολεμεῖν αἱρούμενον πάντα συναγαγεῖν ὅσα στρατιωτῶν τάγματα ἦν, καὶ ταῖς παρόδοις τῶν πολεμίων ἐγκαταστῆσαι, καὶ ἀποκλεῖσαι τὸν βάρβαρον τῆς ἐπὶ τὸ πρόσω πορείας, ἡγεμόνα τε καταστῆσαι καὶ στρατηγὸν τοῦ πολέμου παντὸς Σάρον, ὄντα μὲν καθ̓ ἑαυτὸν ἄξιον καταπλῆξαι τοὺς πολεμίους διά τε ἀνδρείαν καὶ πολεμικὴν ἐμπειρίαν, ἔχοντα δὲ καὶ βαρβάρων πλῆθος ἀρκοῦν εἰς ἀντίστασιν.