Ancient Greek
Book 5, Chapter 36
Zosimus, Historia Nova 5.36.3
Not analysed yet
ἀλλ̓ οὔτε τὴν εἰρήνην δεξάμενος οὔτε τὴν Σάρου φιλίαν ἐπισπασάμενος οὔτε τὸ Ῥωμαϊκὸν συναγαγὼν στρατόπεδον, τῶν δὲ Ὀλυμπίου τὰς ἐλπίδας ἀναρτήσας εὐχῶν, τοσούτων αἴτιος ἐγένετο τῷ πολιτεύματι συμφορῶν. στρατηγούς τε γὰρ ἐπέστησε τῷ στρατεύματι καταφρόνησιν ἐμποιῆσαι τοῖς πολεμίοις ἀρκοῦντας, Τουρπιλλίωνα μὲν τοῖς ἱππεῦσιν, Οὐαράνην δὲ τοῖς πεζοῖς ἐπιστήσας καὶ τῇ τῶν δομεστίκων ἴλῃ Βιγελάντιον, καὶ τὰ λοιπὰ τούτοις ὁμολογοῦντα, ὧν ἕνεκα ταῖς ἐλπίσι πάντες ἀπεγνωκότες ἐν ὀφθαλμοῖς ἔχειν ἐδόκουν τὴν τῆς Ἰταλίας ἀπώλειαν.