Ancient Greek
Book 5, Chapter 45
Zosimus, Historia Nova 5.45.4
Not analysed yet
καὶ πάντως ἂν ἐτιμήθη θανάτου διὰ τὴν τότε κρατοῦσαν ὠμότητα, εἰ μή τινα τῶν Χριστιανῶν ἐκκλησίαν ἔτυχε τηνικαῦτα καταλαβών. Μαξιμιλλιανὸς δὲ τοῖς πολεμίοις περιπεσὼν ἀπεδόθη Μαρινιανῷ τῷ πατρὶ τρισμυρίων ὑπὲρ αὐτοῦ δοθέντων χρυσῶν: ὡς γὰρ ἀναβαλομένου τὴν εἰρήνην τοῦ βασιλέως καὶ μὴ πληρώσαντος τὰ συγκείμενα τοῖς ἁλισκομένοις τῶν εὖ γεγονότων, οὐκ ἦν ἔτι τοῖς Ῥωμαίοις ἡ τῆς πόλεως ἔξοδος ἐλευθέρα.