Ancient Greek
Book 5, Chapter 45
Zosimus, Historia Nova 5.45.5
Not analysed yet
ἀλλὰ τῆς μὲν εἰρήνης ἕνεκα καὶ αὖθις ὡς βασιλέα πέμπει πρέσβεις ἡ γερουσία, καὶ τοῦ τῆς Ῥώμης ἐπισκόπου τοῖς πρέσβεσι συναπάραντος: ἦσαν δὲ σὺν αὐτοῖς καὶ βαρβάρων τινὲς ὑπ’ Ἀλλαρίχου σταλέντες, ὡς ἂν περισώζοιεν αὐτοὺς ἐκ τῶν ἐνοχλούντων ταῖς ὁδοῖς πολεμίων. ἀλλὰ τούτων ἐς τὸν βασιλέα κεχωρηκότων, Ἀτάουλφος γενόμενος ὑπ’ Ἀλλαρίχου μετάπεμπτος, ὡς ἐν τοῖς ἀνωτέρω διεξῆλθον, ἐπεραιώθη τὰς Ἄλπεις τὰς ἀπὸ Παιονίας ἐπὶ τὴν Οὐενετίαν φερούσας.