Ancient Greek
Book 5, Chapter 45
Zosimus, Historia Nova 5.45.6
Not analysed yet
ὅπερ ὁ βασιλεὺς ἀκηκοώς, μὴ πολλήν τε δύναμιν εἶναι αὐτῷ, τοὺς στρατιώτας πάντας, ἱππέας τε καὶ πεζούς, ὅσοι κατὰ τὰς πόλεις ἦσαν, ἀπαντῆσαι τούτῳ διέταξεν ἅμα τοῖς σφῶν ἡγεμόσιν. Ὀλυμπίῳ δὲ τῶν ἐν τῇ αὐλῇ τάξεων ἡγουμένῳ τοὺς ἐν τῇ Ῥαβέννῃ δέδωκεν Οὔννους, τριακοσίους ὄντας τὸν ἀριθμόν, οἵτινες ἐπειδὴ τοὺς ἐληλυθότας Πείσας αὐτὴν ὀνομάζουσιν, ἐπιθέμενοι καὶ συμπεσόντες ἀναιροῦσι μὲν τῶν Γότθων ἑκατὸν καὶ χιλίους, ἑπτακαίδεκα μόνοι πεσόντες: ὡς δὲ τὸ πᾶν ἐπιὸν ἐθεάσαντο πλῆθος, μὴ κυκλωθεῖεν ὑπὸ τῶν πολλῶν δείσαντες, εἰς τὴν Ῥάβενναν ἐσώθησαν.