Ancient Greek
Book 5, Chapter 46
Zosimus, Historia Nova 5.46.3
Not analysed yet
οὗτος ἔτι τοῖς πατρῴοις ἐμμένων καὶ τῆς εἰς θεοὺς θρησκείας ἐκστῆναι οὐκ ἀνεχόμενος, ἐπειδὴ νόμος εἰσήχθη τοῖς οὐκ οὖσι Χριστιανοῖς ζώνην ἐν τοῖς βασιλείοις ἔχειν ἀπαγορεύων, τούτου τοῦ νόμου τεθέντος ἀρχῆς ἐν τῇ Ῥώμῃ στρατιωτικῆς προεστὼς ὁ Γενέριδος ἔμεινεν ἐπ’ οἴκου, τὴν ζώνην ἀποθέμενος. ἐπεὶ δὲ ὁ βασιλεὺς οἷα δὴ τοῖς ἄρχουσι συναριθμούμενον ἀπῄτει προϊέναι κατὰ τὴν οἰκείαν τάξιν εἰς τὰ βασίλεια, νόμον ἔφησεν εἶναι κωλύοντα ζώνην αὐτὸν ἔχειν ἢ ὅλως τοῖς ἄρχουσι καταλέγεσθαι τοὺς τὴν Χριστιανῶν μὴ τιμῶντας θρησκείαν.