Ancient Greek
Book 5, Chapter 46
Zosimus, Historia Nova 5.46.4
Not analysed yet
τοῦ δὲ βασιλέως εἰπόντος ὡς ἐπὶ μὲν τοῖς ἄλλοις ἅπασι τὸν νόμον κρατεῖν, ἐπ’ αὐτοῦ δὲ οὐκέτι τοσαῦτα τῆς πολιτείας προκινδυνεύσαντος, ταύτης οὐκ ἀνέχεσθαι τῆς τιμῆς εἶπεν, εἰς ὕβριν πάντων φερούσης τῶν ὅσοι τῆς στρατείας διὰ τὸν νόμον διήμαρτον. καὶ οὐκ ἄλλως ἀντελάβετο τῆς ἀρχῆς, ἕως ὁ βασιλεὺς αἰδοῖ τε ἅμα καὶ χρείᾳ συνωθούμενος ἔπαυσεν ἐπὶ πᾶσι τὸν νόμον, ἀποδοὺς ἑκάστῳ τῆς αὑτοῦ ὄντι δόξης ἄρχειν τε καὶ στρατεύεσθαι.