Ancient Greek
Book 5, Chapter 8
Zosimus, Historia Nova 5.8.3
Not analysed yet
ἐκεῖναι μὲν οὖν αὐτόθι τὸν λειπόμενον τοῦ βίου διέτριψαν χρόνον: Εὐτρόπιος δὲ πάντας, ὧν εἴη τις λόγος, ἐκποδὼν καταστῆσαι βουλόμενος, ὡς ἂν μηδεὶς ἕτερος πλὴν αὐτοῦ βασιλεῖ παραδυναστεύοι, καὶ ἐπὶ Τιμασίῳ στρατιωτικῶν ἡγησαμένῳ ταγμάτων ἀπὸ τῶν Οὐάλεντος χρόνων καὶ πολλῶν μετασχόντι πολέμων ἐπιβουλὴν ἵστησιν, οὐδεμιᾶς αἰτίας ὑπούσης. ἦν δὲ ἡ συκοφαντία τοιάδε.