Ancient Greek
Book 5, Chapter 9
Zosimus, Historia Nova 5.9.1
Not analysed yet
Βάργος ἐκ τῆς ἐν Συρίᾳ Λαοδικείας ὁρμώμενος, ἀλλᾶντας ὠνίους ἐπ’ ἀγορᾷ προτιθείς, ἐπί τισιν ἁλοὺς ἀτοπήμασιν ἀπὸ τῆς Λαοδικείας εἰς τὰς Σάρδεις ἦλθε φυγάς, εἶτα κἀκεῖσε φανεὶς οἷος ἦν, ἐπὶ πονηρίᾳ διεβεβόητο. τοῦτον ὁ Τιμάσιος ταῖς Σάρδεσιν ἐπιδημήσας, στωμύλον ἰδὼν δεινόν τε κολακείᾳ ῥᾳδίως ὑπαγαγέσθαι τοὺς προστυγχάνοντας, ᾠκειώσατό τε καὶ παραχρῆμα στρατιωτικοῦ τέλους ἔταξεν ἄρχειν: καὶ οὐ τοῦτο μόνον, ἀλλ̓ ἤδη καὶ εἰς τὴν Κωνσταντινούπολιν ἑαυτῷ συναπήγαγεν.