Latin · ~4 min
Book 19, Chapter 2
Aulus Gellius, Noctes Atticae 19.2.5
Not analysed yet
Verba super hac re Aristotelis philosophi adscripsi, ut vel auctoritas clari atque incluti viri tam infamibus nos voluptatibus deterreret: Διὰ τί οἱ κατὰ τὴν τῆς ἁφῆς ἢ γεύσεως ἡδονὴν γιγνομένην, ἂν ὑπερβάλλωσιν, ἀκρατεῖς λέγονται; οἵ τε γὰρ περὶ τὰ ἀφροδίσια ἀκόλαστοι τοιοῦτοι, οἵ τε περὶ τὰς τῆς τροφῆς ἀπολαύσεις· τῶν δὲ κατὰ τὴν τροφήν, ἀπʼ ἐνίων μὲν ἐν τῇ γλώττῃ τὸ ἡδύ, ἀπʼ ἐνίων δὲ ἐν τῷ λάρυγγι, διὸ καὶ Φιλόξενος γεράνου λάρυγγα εὔχετο ἔχειν· ἢ διὰ τὸ τὰς ἀπὸ τούτων γιγνομένας ἡδονὰς κοινὰς εἶναι ἡμῖν καὶ τοῖς ἄλλοις ζώοις; ἅτε οὐσῶν κοινῶν, ἀτιμόταταί εἰσι καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοι, ὡς τὸν ὑπὸ τούτων ἡττώ- μενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον λέγομεν διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι. οὐσῶν δὲ τῶν αἰσθήσεων πέντε, τὰ ἄλλα ζῶα ἀπὸ τῶν δύο μόνων τῶν προειρημένων ἥδεται, κατὰ δὲ τὰς ἄλλας ἢ ὅλως οὐχ ἥδεται ἢ κατὰ συμβεβηκὸς τοῦτο πάσχει.