Latin
Lines 1-46
Claudian, Carmina Graeca 1-46
Not analysed yet
Γιγαντομαχία.
Fr. I.
Εἴ ποτέ μοι ϰνανῶπιν ἐπιπλώοντι ϑάλασσαν
ϰαὶ ϕρεσὶ ϑαμβήσαντι ϰνϰώμενα βένϑεα πόντου
εὔξασϑαι μαϰάρεσσιν ἐςήλυϑεν εἰναλίοισι,
ϕωνῆς δὲ πταμένης ἀνεμοτρεϕὲς ἔσβετο ϰῦμα
λώϕησεν δ᾿ ἀνέμοιο βοή, γήϑησε δὲ ναύτης
ὀσσόμενος μεγάλοιο ϑεοῦ παρεοῦσαν ἀρωγήν·
ὥς ϰαὶ νῦν δὴ Φοῖβε (σὺ γὰρ ϑεὸς ἔπλευ ἀοιδῆς)
εὔξομαι αὐδήεντα ϰατάπλοον εὐεπιάων.
ἵλαϑι ϰαὶ μεν ἄϰουσον, ἐπεὶ σέϑεν εὐμενέοντος
παυρότερον δέος ἐστὶν ἐπ᾿ ἐλπίσι λωιτέρῃσιν.
ὣς γὰρ δὴ πέλαγος μὲν Ἀλεξάνδροιο πόληος
πάντοϑεν ἐϰτέταται, τὰ δὲ μυρία ϰύματα λαῶν
ὄρνυτ᾿ ἐπ᾿ ἀλλήλοισιν, ἐγὼ δὲ τε δεινὸς ἀοιδὸς
μουσοπόλος ναύτης Ἑλιϰωνίδι νηὶ πιϑήσας
ἰϑύνω πρὸς ἄεϑλα, ϕέρω δ᾿ ἔπι ϕόρτον ἀοιδήν.
εἰ δὲ ϑεῶν βουλῇσιν ὑϕ᾿ ὑμείων ἐϑελόντων
ἡμετέροις ὕμνοισιν ἐπιπνεύσειας ἔπαινον
Fr. II.
Ἄλλος μὲν πίτυν ἄντα Διὸς μεγάλοιο τινάσσων
εὐρὺν ἐς αἰϑέρα πέμπε ϑεημάχον, ἡ δὲ ῥιϕεῖσα
τέϕρη γίνεται αἶψα συναντήσασα ϰεραυνῷ·
ἄλλος δ᾿ Ἠελίοιο ϰαταντίον ἵστατ᾿, ἀπειλῶν
μαρψέμεναι, λοξῇσι ϕάος γλήνῃσι δεδοιϰώς,
τῷ δ᾿ ἐϕέηϰ᾿ ἄϰριν, γλαυϰὰς δ᾿ ἐϰάλυψεν ὀπωπάς·
νήϕρονες, οὐδὲ μόϑου τέλος ᾔδεσαν, ἀλλὰ πεσόντες
αὐταῖς αἷς ϕορέεσϰον ἐτυμβεύοντο βολῇσι.
Διψήσας δὲ γίγας (πιέειν ϑέλε νήχυτον ὕδωρ)
τῆλε μάλ᾿ ἐς ποταμὸν τάνυσεν πολυχανδέα δειρήν,
ἕλϰε δὲ χεύματα πάντα ϰυλινδομένοιο ῥόοιο,
ἄχρι δὲ πηγάων ὑπεδέξατο μυρίον ὕδωρ
ἑσπόμενον προχοῇσιν ἀπολλυμένον ποταμοῖο.
ἄλλος δ᾿ αὖ πρηνής τε πεσὼν ἐπὶ ϰύματα πόντου
πῖνεν ὑπὸ στομάτεσσι ποτόν· ϰελάρυζε δὲ λαιμὸς
Νηρέος ἁλμυρὸν οἶδμα δι᾿ ἀνϑερεῶνος ὁδεῦον.
πινομένου δὲ βυϑοῖο ϰαὶ ὕδατος ὀλλυμένοιο
γυμνώϑη μέγα βένϑος, ἐχερσώϑη δὲ ϑάλασσα.
Κούρης δ᾿ ἄντα δύω γλαυϰώπιδος ἀτρυτώνης
γηγενέες μάρναντο· ϕέρεν δ᾿ ὁ μὲν οὔρεος ἄϰρην,
αὐτὰρ ὅ γ᾿ ἠλίβατον πέτρην ἀνάειρε μεμαρπώς.
τοὺς δὲ ϑεὰ ϰατέπεϕνε δορυσσόος οὐχ ἑνὶ πότμῳ·
τοῦ μὲν γὰρ στέρνοιο διήλασε μείλινον ἔγχος,
τῷ δ᾿ ἄρα λάινον ἔργον ἐπ᾿ ἀσπίδος ὀμϕαλοέσσης
Γοργοῦς δεῖξε ϰάρηνον· ὁ δ᾿ ὡς ἴδε γυῖα πεδηϑεὶς
ᾗ ϕέρεν ἐν παλάμῃσιν ὁμοίιος ἵστατο πέτρῃ.