Latin
Lines 47-91
Claudian, Carmina Graeca 47-91
Not analysed yet
Κύπρις δ᾿ οὔτε βέλος ϕέρεν οὐχ ὅπλον, ἀλλ᾿ ἐϰόμιζεν
ἀγλαΐην· ϑεμένη γὰρ ἐπ᾿ ὄμμασιν ἄγγελον αὐγὴν
πρῶτα μὲν ἀπλεϰέας περόνῃ διεϰρίνατο χαίτας
ϰαὶ πλεϰτὰς ἔσϕιγξε πυϰνῷ περιπλέγματι σειράς,
στίλβει δ᾿ ὀϕϑαλμῶν ἐρατοὺς ὑπεγράψατο ϰανϑούς,
λεπτὰς δ᾿ εὐανέμοιο ῥαϕὰς χαλάσασα χιτῶνος
πορϕυρέων οὐ ϰρύπτεν ὑϕ᾿ εἵμασιν ἄνϑεα μαζῶν
ὄμματος εἰς ἄγρην ὡπλιαμένη· εἶχε γὰρ αὐτὴ
πλέγμα ϰόρυν, δόρυ μαζόν, ὀϕρῖν βέλος, ἀσπίδα ϰάλλος,
ὅπλα μέλη, ϑέλγητρον ἐν ἄλγεσιν· εἰ δέ τις αὐτῇ
ὄμμα βάλοι, δέδμητο, βέλος δ᾿ ἀπὸ χειρὸς ἐάσας
ὡς Ἄρεως αἰχμῇ τῇ Κύπριδος ὄλλυτο μορϕῇ.
Καὶ τὸν μὲν ϑανάτου νέϕος ἕννυεν· ἀλλὰ Τυϕωεὺς
ὦρτο Ποσειδάωνος ἐναντία· τοῦ δὲ τριαίνῃ
στέρνα Ποσειδάων, Ζεὺς δ᾿ ἤλασε ϰρᾶτα ϰεραυνῷ.
Ἐγϰέλαδος δ᾿ οὐ λῆγε μάχης, ἀνὰ δ᾿ ἥρπασε νῆσον
πρόῤῥιζον πολέεσσιν ἐρειδομένην ὀρέεσσι,
δεινὰ δ᾿ ἀπειλήσας Ζηνος ϰατέναντα βεβήϰει,
στεῖτο δὲ γαῖαν ὅλην μὲν ἀναῤῥῆξαι ϰενεώνων,
ἄστρα δὲ συγχεῖαι, Ζηνὸς δὲ μέλαϑρον ἐρύσσαι·
τοῖα δ᾿ ἀπηπείλει. τῷ δὲ σϑένος ὤρορε μήτηρ
ἠμὲν ἀνασχομένη χϑόνιον βέλος, ἠελίου τε
νῆσος ἀνερχομένη σϰίασεν ϕάος, ἐν δέ τε νήσῳ
δένδρεα ϰαὶ ποταμοὶ ϑῆρές τ᾿ ἔσαν ὄρνιϑές τε.
ϰαὶ τότ᾿ ἄναϰτα ϑεῶν χόλος ἄσπετος ἐστυϕέλιξε·
ῥῆξεν γάρ τετυϕὼς νεϕέλας συχνοῖς τε ϰεραυνοῖς
ἀσβέστους πυρόεντας ἐπ᾿ Ἐγϰελάδῳ χέεν ὄμβρους
(ἤϑελ᾿ ἀμαλδύνειν)· ὁ δὲ μεσσόϑεν ἔνϑορε πόντου
αἰϑόμενος, τῷ δ᾿ ἀμϕὶ περιζείουσα ϑάλασσα
δεινὸν παϕλάζεσϰε ϰυϰωμένη ὡς πνριϑαλπής·
οὐδὲ Κρονίων λῆγε, Λυϰαονίης δ᾿ ἀπὸ γαίης
πέτρον ἀποῤῥήξας ὀλοῷ ἐπέϑηϰε γίγαντι
ἄσχετα μηνιόων· ἐπὶ δ᾿ αὐτῷ νῆσος ὄρουσεν,
ἣν αὐτὸς προέηϰεν ἐς οὐρανόν· ἀμϕότερον δὲ
ϰαὶ πυρὶ ϰαὶ νούσῳ στυγεροὺς τείρουσι γίγαντας.
EPIGRAMMATA.
I.
Ἵλαϑί μοι ϕίλε Φοῖβε· σὺ γὰρ ϑοὰ τόξα τιταίνων
ἐβλήϑης ποτ᾿ Ἔρωτος ὑπ᾿ ὠϰυπόροισιν ὀιστοῖς.
II.
Εἰς δοῦλόν τινα τυϕϑέντα παρ᾿ αὐτοῦ διὰ τὸ μὴ
ἐπιδοῦναι σέλλιον ἐν ἀϰροάσει.
Ἕδρην χαλϰεόπεζον ἐπὶ προϑύροις Ἑλιϰῶνος
εἱστήϰει ϑεράπων τις ὑπέρ νώτοιο μεμαρπὼς
οὐδ᾿ ἔϑελεν μογέοντι πορεῖν ἐπίβαϑρον ἀοιδῆς·