Latin
Lines 92-129
Claudian, Carmina Graeca 92-129
Not analysed yet
τοὔνεϰά μευ ϑώρηξεν ἰὸν πολύμητις ἀνάγϰη.
III.
Εἰς μιμάδα γηράσασαν ϰαὶ ϰαλλωπιζομένην ἤγουν
ἀλειϕομένην τὰ τῶν γυναιϰῶν μαγγανεύματα.
Μαχλὰς ἐυϰροτάλοισιν ἀνευάζουσα χορείαις
δίζυγα παλλομένοισι τινάγμασι χαλϰόν ἀράσσει,
τῆς μὲν ὑποϰλέπτων πολιὴν τρίχα γείτονα Μοίρης
ἠλεμάτοις ἀϰτῖσι χαράάσσεται ὄμματος αὐγή,
ψευδόμενον δ᾿ ἐρύϑημα ϰατέγραϕεν ἄχροος αἰδώς
ἀγλαΐῃ στέψασα νόϑῃ ϰεϰαλυμμένα μῆλα.
IV.
Εἰς ϰρύσταλλον ἔνδον ύδωρ ἔχουσαν.
Χιονέη ϰρύσταλλος ὑπ᾿ ἀνέρος ἀσϰηϑεῖσα
δεῖξεν ἀϰηρασίοιο παναίολον εἰϰόνα ϰόσμου,
οὐρανὸν ἀγϰὰς ἔχοντα βαρύϰτυπον ἔνδοϑι πόντον.
V.
Εἰς τὸ αὐτό.
Εἴπ᾿ ἄγε μοι, ϰρύσταλλε, λίϑῳ πεπυϰασμένον ὕδωρ
τίς πῆξεν; Βορέης. ἢ τίς ἔλυσε; Νότος.
VI.
Εἰς τὸν σωτῆρα.
Ὦ πυρὸς ἀενάοιο σοϕὴν ὠδῖνα ϕυλάσσων
ἐμβεβαὼς ϰόσμοιο παλινδίνητον ἀνάγϰην
Χριστὲ ϑεοῤῥήτοιο βίου ϕνσίζοε πηγή
πατρὸς ἀσημάντοιο ϑεοῦ πρωτόσπορε ϕωνή,
ὃς μετὰ μητρῷων τοϰετῶν ἐγϰύμονα ϕόρτον
ϰαὶ γόνον αὐτοτέλεστον ἀνυμϕείτων ὑμεναίων
στήσας Ἀσσυρίης γενεῆς ἑτερόϕρονα λύσσαν
ὄργια δ᾿ εἰδώλων ϰενεῶν Ψευδώνυμα λύσας
αἰϑρος ἀμϕιβέβηϰας ἐϕ᾿ ἑτττάζωνον ὀχῆα
ἀγγελιϰαῖς πτερύγεσσιν ἐν ἀῤῥήτοισι ϑαάσσων·
ἵλαϑι παγγενέταο ϑεοῦ πρεσβήιον ὄμμα,
ϕρουρὲ βίου, σιῶτερ μερόπων, αἰῶνος ἀνάσσων.
VII.
Εἰς τὸν αὐτόν.
Αρτιϕανὲς πολιοῦχε παλαιγενὲς νἱὲ νεογνέ
αἰὲν ἐὼν προεών τε ὑπέρτατε ὕστατε Χριστέ
ἀϑανάτοιο πατρός τε ὁμόχρονε, πάμπαν ὁμοῖε.