Latin
Ch.L.A. 3 209
Documentary Papyri and Tablets, Ch.L.A. 3 209
Not analysed yet
…Ἰουλίῳ Ἀλεξάνδρῳ τῷ διασημοτάτῳ κηνσίτορι παρὰ Αὐρηλίου Ὡροῦ Δισκάτος ἀπὸ κώμης Ὅρμου. ἀκολούθως τῷ θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀπογράψομαι ἔχειν με περὶ πρακτορίαν Ἄμμωνος τοπαρχείας Περὶ Πόλιν κάτω ἐκ τοῦ Μοσχίωνος κλήρου ἰδιωτικῆς ἐσπαρμένης ἀρουρ …καὶ τοῦ …λ… κλήρου ἰδιωτικῆς χέρσου ἀρουρ …καὶ ἐξόμνυμι τὴν τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τύχην ἐξ ἀληθείας καὶ πιστεῶς τὴν ἀπογραφὴν πεποιῆσθαι καὶ οὐδὲν τὸ σύνολον κεκακουργηκέναι ἢ παραλελοιπέναι, εἰ δὲ μή, ὑπεύθυνος ἔσομαι τῷ σεβασμίῳ ὅρκῳ, καὶ πρὸς τοῦτο ἐπερωτηθεῖς ὡμολόγησα. διευτύχει. Αὐρήλιος Ὧρος ἀπεγραψάμην ὀμνὺς τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος …ας ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. legi δ κδ ροθ …