Latin
1203.1.1 to 1203.2.28
Documentary Papyri and Tablets, Ch.L.A. 41 1203.1.1-1203.2.28
Not analysed yet
ὑπατείας τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ζ καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ ϛ. Ἰουλίωι Σεπτιμίωι Σαβείνωι κηνσίτορι παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἀκολούθως τῷ θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων φανερόν σοι ποιῶ κεκτῆσθαί με περὶ ὁριοδεικτίαν κώμης Καρανίδος τετάρτης πέμπτης τοπαρχίας Ἡρακλείδου μερίδος τοῦ αὐτοῦ νομοῦ καὶ παρειληφέναι τῆς κτήσεώς μου τῆς ἐν τῇ ὁριοδεικτίᾳ τὰ μέτρα τῶν ἀρουρῶν, μετρησάντων Ἀφροδισίου καὶ Παυλίνου γεωμετρῶν, παρόντων καὶ ὑπογραφόντων Κοπρῆ καὶ Ἥρωνος καὶ Ἀπολλωνίου ἰουρατόρων καὶ Σαραπίωνος βοηθοῦ δεκαπρώτων τῆς τοπαρχίας καὶ Παννοῦ ὁριοδείκτου, χωρία ὡς ὑποτέτακται· ἐπὶ τῆς ε σφραγῖδος ἐν τόπῳ …ξ λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας πέντε τέταρτον, ἀρούρας ε δ, ὧν γείτονες ἀπὸ μὲν ἀνατολῶν κληρονόμων Χαιρήμονος …ανου κτῆσις, ἀπὸ δὲ δυσμῶν ὑδραγωγὸς μεθʼ ὃν Σερηνίλλης κτῆσις, καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας τρεῖς ἥμισυ τέταρτον τετρακαιεξηκοστόν, …ἀρούρας γ 𐅵δ ξδ, καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραν μίαν τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστόν, ἄρουραν α δ η ιϛ ξδ, ὧν ὅλων γείτονες ἀπὸ μὲν ἀνατολῶν Σερηνίλλης κτῆσις, ἀπὸ δὲ δυσμῶν …ο…ω…ου κτῆσις, καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ βασιλικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους ἀρούρης τέταρτον ἑκκαιδέκατον ἀρούρης δ ιϛ καὶ ἐν τόπῳ …ουλα λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας δύο ἥμισυ ὄγδοον δυοτρίαντον τετρακαιεξηκοστόν, ἀρούρας β 𐅵η λβ ξδ καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ ἰδιωτικῆς γῆς ἀβρόχου ἄρουραν μίαν ἥμισυ τέταρτον ὄγδοον, ἄρουραν α 𐅵δ η, ὧν ὅλων γείτονες ἀπὸ μὲν ἀνατολῶν διῶρυξ μεθʼ ἣν τ… ἀπὸ δὲ δυσμῶν χέρσος ἀδέσποτος διόλου, καὶ ἐν τόπῳ …ρσετταρι λεγομένῳ βασιλικῆς γῆς σπορίμης ἀρούρας …,ἀρούρας …ὧν γείτονες ἀπὸ μὲν ἀνατολῶν ὑδραγωγὸς μεθʼ ὃν π… ἀπὸ δὲ δυσμῶν …ας κτῆσις, ϛ σφραγῖδος ἐν τόπῳ Παμμάλι λεγομένῳ ἰδιωτικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους ἀρούρης ἥμισυ δυοτριάντον τετρακαιεξηκοστόν, ἀρούρης 𐅵λβ ξδ, καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ βασιλικῆς γῆς σπορίμης ἀρούρας ……ἀρούρας …τῆς αὐτῆς σφραγῖδος ἐν τῷ αὐτῷ τόπῳ βασιλικῆς γῆς σπορίμης ἀρούρης ἥμισυ τέταρτον ὄγδοον δυοτρίαντον τετρακαιεξηκοστόν, ἀρούρης 𐅵δ η λβ ξδ, ὧν ὅλων γείτονες ἀπὸ μὲν ἀνατολῶν Παειάνου κτῆσις, ἀπὸ δὲ δυσμῶν ὑδραγωγὸς μεθʼ ὃν Κασιανοῦ κτῆσις,