Latin
1203.2.29 to 1203.2.46
Documentary Papyri and Tablets, Ch.L.A. 41 1203.2.29-46
Not analysed yet
ζ σφραγῖδος ἐν τόπῳ Κα…μοῦν λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραν μίαν ἥμισυ ὄγδοον ἑκκαιδέκατον, ἄρουραν α 𐅵η ιϛ, ἧς γείτονες ἀπὸ μὲν ἀνατολῶν διῶρυξ μεθʼ ἣν Τιβερίνου βουλευτοῦ κτῆσις, ἀπὸ δὲ δυσμῶν χέρσος ἀδέσποτος διόλου, καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτων βασιλέων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι. ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Θὼθ ιδ ὁμοῦ γείνονται ἐν διαφόροις τόποις βασιλικῆς γῆς σπορίμης ἄρουραι ιζ η λβ ξδ βασιλικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ καὶ ε ἀρούρης δ ιϛ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι ιδ 𐅵δ ιϛ ξδ ἰδιωτικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ καὶ ε ἀρούρης 𐅵λβ ξδ ἰδιωτικῆς γῆς ἀβρόχου ἄρουρα α 𐅵δ η Αὐρήλιος Ἰσίδωρος ἀπεγραψάμην τὰς προδεδηλωμένας ἀρούρας καὶ παρέλαβον τὴν μέτρησιν ὡς πρόκειται ὀμόσας τὸν Σεβάσμιον ὅρκον. Αὐρήλιος Ὡρίων Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἀφροδίσιος γεωμέτρης ἅμα Παυλείνῳ συνγεωμέτρῃ ἐμέτρησα τοῦ Ἰσιδώρου τὰς προδεδηλωμένας ἀρούρας. Αὐρήλιος Παυλεῖνος γεωμέτρης ἅμα Ἀφροδισίῳ συνγεωμέτρῃ ἐμέτρησα τοῦ Ἰσιδώρου τὰς προδεδηλωμένας ἀρούρας. Αὐρήλιος Ἀπολλώνιος βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Κοπρῆς βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Ἥρων βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Σαραπίων βοηθὸς δεκαπρώτων τῆς τοπαρχίας ἐπέγνων τὴν μέτρησιν. Αὐρήλιος Πανοῦς …ὁριοδείκτης ὑπέδειξα πάσας τὰς προδεδηλωμένας ἀρούρας καὶ οὐδὲν παρέλιπον. Αὐρήλιος …β… διδάσκαλος· παρʼ ἐμοὶ ἐτελέσθη.