Ancient Greek · Level 1 · ~1 min
The Fox and the Grapes
Aesop, Fabulae (Halm) 33
Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἐπί τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι, καὶ οὐκ ἡδύνατο· ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· “ὄμφακές εἰσιν.” Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι’ ἀσθένειαν, τοὺς καιροὺς αἰτιῶνται.
End of passage
5 quick questions to see what stuck. It takes about a minute, and nothing is timed.