Ancient Greek · Level 4 · ~2 min · iambic trimeter
If Only the Argo
Euripides, Medea 1–15
Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας
ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρας
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ
Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας
ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος·
οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν
ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα,
αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι·
ἥπερ μεγίστη γίγνεται σωτηρία,
ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
End of passage
5 quick questions to see what stuck. It takes about a minute, and nothing is timed.