Ancient Greek · ~7 min
Dfhg-Source dfhg4_ABYDENUS
ABYDENUS, Fragmenta 1
Not analysed yet
Ἐκ τῶν Ἀβυδηνοῦ Περὶ τῆς τῶν Χαλδαίων βασιλείας. Χαλδαίων μὲν τῆς σοφίης πέρι τοσαῦτα. Βασιλεῦσαι δὲ τῆς χώρας πρῶτον λέγεται Ἄλωρον, τὸν δὲ ὑπὲρ ἑωυτοῦ λόγον διαδοῦναι ὅτι μιν τοῦ λεῶ ποιμένα ὁ θεὸς ἀποδείξαι. Βασιλεῦσαι δὲ σάρους δέκα. Σάρος δέ ἐστιν ἑξακόσια καὶ τρισχίλια ἔτεα, νῆρος δὲ ἑξακόσια, σῶσσος δὲ ἑξήκοντα. Μετὰ δὲ τοῦτον Ἀλάπαρον ἄρξαι σάρους τρεῖς, μεθ ̓ ὃν Ἀμίλλαρος ἐκ πόλεως Παντιβίβλιος (Παυτιβίβλιος cod. A.) ἐβασίλευσε σάρους ιγʹ. Ἐφ ̓ οὗ δεύτερον Ἀννήδωτον τὴν θάλασσαν ἀναδῦναι παραπλήσιον Ὠάννῃ τὴν τὴν ἰδέαν ἡμιδαίμονα. Μεθ ̓ ὃν Ἀμμένων ἐκ Παντιβίβλων ἦρξε σάρους ιβʹ. Μεθ ̓ ὃν Μεγάλαρος ἐκ Παντιβίβλων ἦρξε σάρους ὀκτωκαίδεκα· εἶτα Δαὼς ποιμὴν ἐκ Παντιβίβλων ἐβασίλευσε σάρους δέκα, ἐφ ̓ οὗ δʹ διφυεῖς γῆν ἐκ θαλάσσης ἀνέδυσαν, ὧν τὰ ὀνόματα ταῦτα, Εὐέδωκος, Ἐνεύγαμος, Ἐνεύβουλος, Ἀνήμεντος. Ἐπὶ δὲ τοῦ μετὰ ταῦτα Εὐεδωρέσχου Ἀνώδαφος. Μεθ ̓ ὃν ἄλλοι τε ἦρξαν καὶ Σίσουθρος ἐπὶ τούτοις, ὡς τοὺς πάντας εἶναι βασιλεῖς δέκα, ὧν ὁ χρόνος τῆς βασιλείας συνῆξε σάρους ἑκατὸν εἴκοσι. Καὶ περὶ τοῦ κατακλυσμοῦ παρόμοια μὲν, οὐκ ἀπαράλλακτα λέγει οὕτως· «Μετὰ Εὐεδώρεσχον ἄλλοι τινὲς ἦρξαν καὶ Σίσιθρος, ᾧ δὴ Κρόνος προσημαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων Δαισίου ιεʹ· κελεύει δὲ πᾶν ὅ τι γραμμάτων ἦν ἐχόμενον ἐν Ἡλιουπόλει τῆ ἐν Σισπόροισιν (l. Σιππάροισιν ex Euseb.) ἀποκρύψαι. Σίσιθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας, εὐθέως ἐπ ̓ Ἀρμενίης ἀνέπλωε· καὶ παραυτίκα μὲν κατελάμβανε τὰ ἐκ τοῦ θεοῦ· τρίτῃ δὲ ἡμερέῃ ἐπεὶ ὕων ἐκόπασε, μετίει τῶν ὀρνίθων, πείρην ποιεύμενος εἴ κου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν. Αἱ δὲ ἐκδεκομένου σφέας πελάγεος ἀμφιχανέος, ἀπορέουσαι ὅκη καθορμίσονται, παρὰ τὸν Σίσιθρον ὀπίσω κομίζονται· καὶ ἐπ ̓ αὐτῇσιν ἔτεραι. Ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν (ἀπίκατο γὰρ δὴ πηλοῦ κατάπλεοι τοὺς ταρσούς), θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι, τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξιφάρμακα (καὶ) τοῖσιν ἐπιχωρίοις παρείχετο.»