Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_ABYDENUS
ABYDENUS, Fragmenta 5
Not analysed yet
ΑΒΥΔΗΝΟΥ. Ἐντὶ δ ̓ οἳ λέγουσι τοὺς πρώτους ἀνασχόντας ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι τύρσιν ἠλίβατον ἀείρειν, ἣ νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα. Τέως δὲ ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνέγκασθαι· μετὰ δὲ Κρόνῳ καὶ Τιτῆνι συστῆναι πόλεμον.