Ancient Greek · ~9 min
Dfhg-Source dfhg4_ABYDENUS
ABYDENUS, Fragmenta 9
Not analysed yet
Εὗρον δὲ καὶ ἐν τῇ Ἀβυδηνοῦ Περὶ Ἀσσυρίων γραφῇ περὶ τοῦ Ναβουχοδονόσορ ταῦτα· «Μεγασθένης δέ φησι Ναβουκοδρόσορον Ἡρακλέος ἀλκιμώτερον γεγονότα ἐπί τε Λιβύην καὶ Ἰβηρίην στρατεῦσαι· ταύτας δὲ χειρωσάμενον, ἀπόδασμον αὐτέων εἰς τὰ δεξιὰ τοῦ Πόντου κατοικῆσαι. Μετὰ δὲ, λέγεται πρὸς Χαλδαίων, ὡς ἀναβὰς ἐπὶ τὰ βασιλήῖα κατασχεθείη θεῷ ὅτεῳ δὴ, φθεγξάμενος δὲ εἶπεν, Οὗτος ἐγὼ Ναβουκοδρόσορος, ὦ Βαβυλώνιοι, τὴν μέλλουσαν ὑμῖν προαγγέλλω συμφορὴν, τὴν ὅ τε Βῆλος ἐμὸς πρόγονος ἥ τε βασίλεια Βῆλτις ἀποστρέψαι Μοίρας πεῖσαι ἀσθενοῦσιν. Ἥξει Πέρσης ἡμίονος, τοῖσιν ὑμετέροισι δαίμοσι χρεώμενος συμμάχοισιν· ἐπάξει δὲ δουλοσύνην. Οὗ δὴ συναίτιος ἔσται Μήδης, τὸ Ἀσσύριον αὔχημα. Ὡς εἴθε μιν, πρόσθεν ἢ δοῦναι τοὺς πολιήτας, Χάρυβδίν τινα ἢ θάλασσαν εἰσδεξαμένην ἀϊστῶσαι πρόρριζον ἤ μιν ἄλλας ὁδοὺς στραφέντα φέρεσθαι διὰ τῆς ἐρήμου, ἵνα οὔτε ἄστεα οὔτε πάτος ἀνθρώπων, θῆρες δὲ νόμον ἔχουσι καὶ ὄρνιθες πλάζονται, ἐν τε πέτρῃσι καὶ χαράδρῃσι μοῦνον ἀλώμενον· ἐμέ τε πρὶν εἰς νόον βαλέσθαι ταῦτα τέλεος ἀμείμονος κυρῆσαι. Ὁ μὲν θεσπίσας παραχρῆμα ἠφάνιστο· ὁ δέ οἱ παῖς Ἀμιλμαρούδοκος ἐβασίλευε. Τὸν δ ̓ ὁ κηδεστὴς ἀποκτείνας Ἰγλισάρης (I. q. Νηριγλισάρης) λείπει παῖδα Λαβασσοάρασκον. Τούτου δὲ ἀποθανόντος βιαίῳ μόρῳ, Ναβαννίδοχον ἀποδεικνῦσι βασιλέα, προσήκοντά οἱ οὐδέν. Τὸν δὲ Κῦρος ἑλὼν Βαβυλῶνα, Καρμανίης ἡγεμονίῃ δωρέεται.» Καὶ περὶ τοῦ κτίσαι δὲ τὸν Ναβουχοδονόσορ τὴν Βαβυλῶνα, ὁ αὐτὸς ταῦτα γράφει· «Λέγεται δὲ πάντα μὲν ἐξ ἀρχῆς ὕδωρ εἶναι, θάλασσαν καλεομένην. Βῆλον δέ σφεα *παῦσαι, χώρην ἑκάστῳ ἀπονείμαντα, καὶ Βαβυλῶνα τείχει περιβαλεῖν· τῷ χρόνῳ δὲ τῷ ἱκνευμένῳ ἀφανισθῆναι. Τειχίσαι δὲ αὖθις Ναβουχοδονόσορον τὸ μέχρι τῆς Μακεδονίων ἀρχῆς διαμεῖναν ἐὸν χαλκόπυλον.» Καὶ μεθ ̓ ἕτερα ἐπιλέγει· «Ναβουχοδονόσορος δὲ διαδεξάμενος τὴν ἀρχὴν, Βαβυλῶνα μὲν ἐτείχισε τριπλῷ περιβόλῳ ἐν πεντεκαίδεκα ἡμέρῃσι, τόν τε Ἀρμακάλην ποταμὸν ἐξήγαγεν, ἐόντα κέρας Εὐφρήτεω, τόν τε Ἀκράκανον (Ἀράκανον nonnulli libri). Ὑπὲρ δὲ τῆς Σιππαρηνῶν πόλιος λάκκον ὀρυξάμενος, περίμετρον μὲν τεσσαράκοντα παρασαγγέων, βάθος δ ̓ ὀργυιέων εἴκοσι, πύλας ἐπέστησεν, τὰς ἀνοίγοντες ἄρδεσκον τὸ πεδίον· καλέουσι δ ̓ αὐτὰς ἐχετογνώμονας. Ἐπετείχισε δὲ καὶ τῆς Ἐρυθρῆς θαλάσσης τὴν ἐπίκλυσιν καὶ Τερηδόνα πόλιν ἔκτισεν κατὰ τὰς Ἀράβων εἰσβολάς· τά τε βασιλήια δένδροις ἤσκησε, κρεμαστοὺς παραδείσους ὀνομάσας.» —Καὶ ταῦτα δέ μοι ἀπὸ τῆς δηλωθείσης κείσθω γραφῆς.